Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπειρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόντων τὸ λήϊον λευκανίζον κεκύρτωται,
τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι,
πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες.
Τότε τῶν ἄλλων ζώων οἴκαδε ἡσυχαζόντων,
μόνος ὁ βοῦς ἱλαρῷ τῷ βήματι,
βλοσυρῷ τῷ βλέμματι ἐπὶ τὴν ἅλω πορεύεται.
Καὶ τὰ μὲν ἄλλα ζῶα, αἶγες καὶ χοῖροι καὶ πρόβατα ὅσα τὸν ἑαυτῶν αὐχένα τῷ ζυγῷ τοῦ ἀρότρου οὐχ ὑπέταξαν, οἰκείᾳ συνειδήσει ἀγχόμενα,
δουλικαῖς προσόδοις τῇ ἅλῳ προσεγγίζοντα,
τῶν ἀσταχύων τὸ δράγμα λῃστεύουσι·
μόνος δὲ ὁ βοῦς ἐλευθέραν τὴν γλῶσσαν ἁπλώσας, τῶν οἰκείων πόνων τοὺς καρποὺς θαρσαλέως ἀρύεται.
Εἶδες ἐκεῖ τοὺς δρεπανιστὰς,
εἶδες ἐκεῖ τὴν σταχυοφόρον ἄρουραν,
τὴν ἅλω, τὸν βοῦν·
μετάβα μοι ἐκεῖθεν τῷ λόγῳ ἐπὶ τὴν ἐκκλησιαστικὴν εὐταξίαν, καὶ ὄψει τῶν προειρημένων τὴν γεωργίαν τῷ μυστηρίῳ τῆς Ἐκκλησίας.
Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι.
Τοῦτο γὰρ ἀρτίως ἠκούσαμεν ἐν τῷ εὐαγγελίῳ.
Ἐξῆλθε, τίς;
Χριστὸς, ἀπ’ οὐρανοῦ εἰς τὸν κόσμον παραγενόμενος.
Σπορεὺς γὰρ ὁ Χριστὸς, σπέρμα ὁ θεῖος λόγος, ἄρουρα ἡ ἀνθρωπότης,
βόες οἱ ἀπόστολοι,
ἄροτρον ὁ σταυρὸς,
ζυγὸς ἡ ὁμόνοια,
ζεύγλη ἡ περισφίγγουσα τοὺς τῶν ἀποστόλων αὐχένας γλυκεῖα ἀγάπη.
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
Ἐξῆλθεν ὁ Χριστὸς,
οὐχ ἵνα θερίσῃ,
ἀλλ’ ἵνα σπείρῃ·
οὔπω γὰρ ἦν τὰ τῆς ἀναστάσεως σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις κατεσπαρμένα.
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι,
οὐ σῖτον, οὐ κριθὰς, οὐ κέγχρον,
οὐδ’ ἄλλο τι τῶν γηΐνων,
ἀλλὰ πίστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα,
ἐλπίδα ἀναστάσεως,
ἀγάπην εἰς Θεὸν καὶ ἀνθρώπους ἀνυπόκριτον καὶ ἀδιάκριτον.
Ἐξῆλθε σπείρων Χριστὸς ἐκ πατρικῶν λαγόνων,
ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς,
καὶ ἧκε πρὸς ἡμᾶς,
καθὼς αὐτὸς φάσκων λέγει·
Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω.
Ἀλλ’ ἐξῆλθεν ἐκ τοῦ Πατρὸς αὐτοῦ μὲν μὴ χωριζόμενος, μεθ’ ἡμῶν δὲ τυγχάνων.
Ἐξῆλθεν ὁ σπείρων,
ἵνα τὰ ὑπὸ τοῦ διαβόλου ἐπισπαρέντα κακῶς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ζιζάνια ἐκριζώσῃ.
Πᾶσα γὰρ φυτεία, φησὶν,
ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
Πηγή: www.ortodoxfathers.com