Σφόδρα γὰρ τέρπεται ὁ Ἐχθρός μου, ὅταν βλέπῃ ὅτι ἑαυτοῦ ἀπογινώσκω· ἐν τούτῳ γὰρ μόνῳ ἀγάλλεται, ἵνα διὰ τῆς ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον.
Ἐχθρὸς ἔν τινι, διαναστῶμεν ταχέως, ἵνα μὴ καθελκύσας ἡμᾶς καὶ ἐπὶ λοιπὰ κακά, κατ᾿ ὀλίγον κυλίων καὶ φέρων ἡμᾶς πτῶμα ἐπὶ πτώματι, ἔσχατον καὶ πρὸς αὐτὸν τὸν βυθὸν τῆς ἀπωλείας καὶ ἀπογνώσεως καταστρέψει.
…ὑποβάλλει ὁ Πονηρὸς τῷ ἀδελφῷ, βουλόμενος αὐτὸν χαλάσαι εἰς τὸν βόθυνον τῆς ἀπογνώσεως.
Σατανᾶς γὰρ ἐν δόλῳ πολλοὺς σπεύδει λυπῆσαι τοῦ δεξιώσασθαι καὶ ἐν γεέννῃ βαλεῖν δι᾿ ἀπογνώσεως.
Ἐσκοτίσθη ὁ ἀνομήσας. Οὐ θεωρεῖ τὴν ἀγαθότητα. Πῶς; Ἐπειδὴ ἀπογνώσεως αὐτὴν ὁ Ἐχθρὸς ἐμπίμπλησιν· ἡ δὲ μετάνοια ὡς καλὸς ἰατρὸς τοὺς κόπους καὶ τὸ νέφος τῆς ψυχῆς περιαιροῦσα, τὸ φῶς τῆς τοῦ Θεοῦ χρηστότητος αὐτῇ δείκνυσι.
…ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων.
Ἡ ἀπιστία τίκτει διψυχίαν, ἡ δὲ διψυχία τὴν ἀμέλειαν· ἡ δὲ ἀμέλεια τὴν λήθην· λήθη δὲ τὴν ἀπόγνωσιν· ἀπόγνωσις δὲ τὸν θάνατον. Πόθεν κατάρχουσιν ἐν ἡμῖν τὰ πάθη; Οὐχὶ διὰ τῆς ἀμελείας ἡμῶν;
Μή σου ἀπόγνωσις ἀποκλείσῃ τῆς μετανοίας.