Ἐπειδὴ ὁρῶ, κράτιστε Διόγνητε, ὑπερεσπουδακότα σε τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν, τίνι τε Θεῷ πεποιθότες καὶ πῶς θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι πάντες καὶ θανάτου καταφρονοῦσι καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι, καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους, καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἢ ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ οὐ πρότερον· ἀποδέχομαί γε τῆς προθυμίας σε ταύτης καὶ παρὰ τοῦ Θεοῦ, τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος, αἰτοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως, ὡς μάλιστα ἂν ἀκούσαντά σε βελτίω γενέσθαι, σοί τε οὕτως ἀκοῦσαι, ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα.
II. Ἄγε δή, καθάρας σεαυτὸν ἀπὸ πάντων τῶν προκατεχόντων σου τὴν διάνοιαν λογισμῶν καὶ τὴν ἀπατῶσάν σε συνήθειαν ἀποσκευασάμενος, καὶ γενόμενος ὥσπερ ἐξ ἀρχῆς καινὸς ἄνθρωπος, ὡς ἂν καὶ λόγον καινοῦ, καθάπερ καὶ αὐτὸς ὡμολόγησας, ἀκροατὴς ἐσόμενος· ἴδε μὴ μόνον τοῦς ὀφθαλμοῖς, ἀλλὰ καὶ τῇ φρονήσει, τίνος ὑποστάσεως ἢ τίνος εἴδους τυγχάνουσιν, οὓς ἐρεῖτε καὶ νομίζετε θεούς. οὐχ ὁ μέν τις λίθος ἐστίν, ὅμοιος τῷ πατουμένῳ, ὁ δ᾽ ἐστὶ χαλκός, οὐ κρείσσων τῶν εἰς τὴν χρῆσιν ἡμῖν κεχαλκευμένων σκευῶν, ὁ δὲ ξύλον, ἤδη καὶ σεσηπός, ὁ δὲ ἄργυρος, χρῄζων ἀνθρώπου τοῦ φυλάξαντος, ἵνα μὴ κλαπῇ, ὁ δὲ σίδηρος, ὑπὸ ἰοῦ διεφθαρμένος, ὁ δὲ ὄστρακον, οὐδὲν τοῦ κατεσκευασμένου πρὸς τὴν ἀτιμοτάτην ὑπηρεσίαν εὐπρεπέστερον; οὐ φθαρτῆς ὕλης ταῦτα πάντα; οὐχ ὑπὸ σιδήρου καὶ πυρὸς κεχαλκευμένα; οὐχ ὁ μὲν αὐτῶν λιθοξόος, ὁ δὲ χαλκεύς, ὁ δὲ ἀργυροκόπος, ὁ δὲ κεραμεὺς ἔπλασεν; οὐ πρὶν ἢ ταῖς τέχναις τούτων εἰς τὴν μορφὴν τούτων ἐκτυπωθῆναι, ἦν ἕκαστον αὐτῶν ἑκάστῳ, ἔτι καὶ νῦν, μεταμεμορφωμένον; οὐ τὰ νῦν ἐκ τῆς αὐτῆς ὕλης ὄντα σκεύη γένοιτ᾽ ἄν, εἰ τύχοι τῶν αὐτῶν τεχνιτῶν, ὅμοια τοιούτοις; οὐ ταῦτα πάλιν, τὰ νῦν ὑφ᾽ ὑμῶν προσκυνούμενα, δύναιτ᾽ ἂν ὑπὸ ἀνδρώπων σκεύη ὅμοια γενέσθαι τοῖς λοιποῖς; οὐ κωφὰ πάντα; οὐ τυφλά; οὐκ ἄψυχα; οὐκ ἀναίσθητα; οὐκ ἀκίνητα; οὐ πάντα σηπόμενα; οὐ πάντα φθειρόμενα; ταῦτα θεοὺς καλεῖτε, τούτοις δουλεύετε, τούτοις προσκυνεῖτε, τέλεον δ᾽ αὐτοῖς ἐξομοιοῦσθε. διὰ τοῦτο μισεῖτε Χριστιανούς, ὅτι τούτους οὐχ ἡγοῦνται θεούς. ὑμεῖς γὰρ αἰνεῖν νομίζοντες καὶ οἰόμενοι, οὐ πολὺ πλέον αὐτῶν καταφρονεῖτε; οὐ πολὺ μᾶλλον αὐτοὺς χλευάζετε καὶ ὑβρίζετε, τοὺς μὲν λιθίνους καὶ ὀστρακίνους σέβοντες ἀφυλάκτους, τοὺς δὲ ἀργυρέους καὶ χρυσοῦς ἐγκλείοντες ταῖς νυξὶ καὶ ταῖς ἡμέραις φύλακας παρακαθιστάντες, ἵνα μὴ κλαπῶσιν; αἷς δὲ δοκεῖτε τιμαῖς προσφέρειν, εἰ μὲν αἰσθάνονται, κολάζετε μᾶλλον αὐτούς· εἰ δὲ ἀναισθητοῦσιν, ἐλέγχοντες αἵματι καὶ κνίσαις αὐτοὺς θρησκεύετε. ταῦθ᾽ ὑμῶν τις ὑπομεινάτω, ταῦτα ἀνασχέσθω τις ἑαυτῷ γενέσθαι. ἀλλὰ ἄνθρωπος μὲν οὐδὲ εἷς ταύτης τῆς κολάσεως ἑκὼν ἀνέξεται, αἴσθησιν γὰρ ἔχει καὶ λογισμόν· ὁ δὲ λίθος ἀνέχεται, ἀναισθητεῖ γάρ. οὐκ οὖν τὴν αἴσθησιν αὐτοῦ ἐλέγχετε, περὶ μὲν οὖν τοῦ μὴ δεδουλῶσθαι Χριστιανοὺς τοιούτοις θεοῖς πολλὰ μὲν ἂν καὶ ἄλλα εἰπεῖν ἔχοιμι· εἰ δέ τινι μὴ δοκοίη κἂν ταῦτα ἱκανά, περισσὸν ἡγοῦμαι καὶ τὸ πλείω λέγειν.
III. Ἑξῆς δὲ περὶ τοῦ μὴ κατὰ τὰ αὐτὰ Ἰουδαίοις θεοσεβεῖν αὐτοὺς οἶμαι σε μάλιστα ποθεῖν ἀκοῦσαι. Ἰουδαῖοι τοίνυν, εἰ μὲν ἀπέχονται ταύτης τῆς προειρημένης λατρείας, καλῶς θεὸν ἕνα τῶν πάντων σέβειν καὶ δεσπότην ἀξιοῦσι φρονεῖν· εἰ δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως τὴν θρησκείαν προσάγουσιν αὐτῷ ταύτην, διαμαρτάνουσιν. ἃ γὰρ τοῖς ἀναισθήτοις καὶ κωφοῖς προσφέροντες οἱ Ἕλληνες ἀφροσύνης δεῖγμα παρέχουσι, ταῦθ᾽ οὗτοι καθάπερ προσδεομένῳ τῷ Θεῷ λογιζόμενοι παρέχειν μωρίαν εἰκὸς μᾶλλον ἡγοῖντ᾽ ἂν, οὐ θεοσέβειαν. ὁ γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ πᾶσιν ἡμῖν χορηγῶν, ὧν προσδεόμεθα, οὐδενὸς ἂν αὐτὸς προσδέοιτο τούτων ὧν τοῖς οἰομένοις διδόναι παρέχει αὐτός. οἱ δέ γε θυσίας αὐτῷ δι᾽ αἵματος καὶ κνίσης καὶ ὁλοκαυτωμάτων ἐπιτελεῖν οἰόμενοι καὶ ταύταις ταῖς τιμαῖς αὐτὸν γεραίρειν, οὐδέν μοι δοκοῦσι διαφέρειν τῶν εἰς τὰ κωφὰ τὴν αὐτὴν ἐνδεικνυμένων φιλοτιμίαν· τῶν μὲν μὴ δυναμένοις τῆς τιμῆς μεταλαμβάνειν, τῶν δὲ δοκούντων παρέχειν τῷ μηδενὸς προσδεομένῳ.
IV. Ἀλλὰ μὴν τό γε περὶ τὰς βρώσεις αὐτῶν ψοφοδεὲς καὶ τὴν περὶ τὰ σάββατα δεισιδαιμονίαν καὶ τὴν τῆς περιτομῆς ἀλαζονείαν καὶ τὴν τῆς νηστείας καὶ νουμηνίας εἰρωνείαν, καταγέλαστα καὶ οὐδενὸς ἄξια λόγου, οὐ νομίζω σε χρῄζειν παρ᾽ ἐμοῦ μαθεῖν. τό τε γὰρ τῶν ὑπὸ τοῦ Θεοῦ κτισθέντων εἰς χρῆσιν ἀνθρώπων ἃ μὲν ὡς καλῶς κτισθέντα παραδέχεσθαι, ἃ δ᾽ ὡς ἄχρηστα καὶ περισσὰ παραιτεῖσθαι, πῶς οὐκ ἀθέμιστον; τὸ δὲ καταψεύδεσθαι Θεοῦ ὡς κωλύοντος ἐν τῇ τῶν σαββάτων ἡμέρᾳ καλόν τι ποιεῖν, πῶς οὐκ ἀσεβές; τὸ δὲ καὶ τὴν μείωσιν τῆς σαρκὸς μαρτύριον ἐκλογῆς ἀλαζονεύεσθαι ὡς διὰ τοῦτο ἐξαιρέτως ἠγαπημένους ὑπὸ Θεοῦ, πῶς οὐ χλεύης ἄξιον; τὸ δὲ παρεδρεύοντας αὐτοὺς ἄστροις καὶ σελήνῃ τὴν παρατήρησιν τῶν μηνῶν καὶ τῶν ἡμερῶν ποιεῖσθαι καὶ τὰς οἰκονομίας Θεοῦ καὶ τὰς τῶν καιρῶν ἀλλαγὰς καταδιαιρεῖν πρὸς τὰς αὐτῶν ὁρμάς, ἃς μὲν εἰς ἑορτάς, ἃς δὲ εἰς πένθη· τίς ἂν θεοσεβείας καὶ οὐκ ἀφροσύνης πολὺ πλέον ἡγήσᾳτο δεῖγμα; τῆς μὲν οὖν κοινῆς εἰκαιότητος καὶ ἀπάτης καὶ τῆς Ἰουδαίων πολυπραγμοσύνης καὶ ἀλαζονείας ὡς ὀρθῶς ἀπέχονται Χριστιανοί, ἀρκούντως σε νομίζω μεμαθηκέναι· τὸ δὲ τῆς ἰδίας αὐτῶν θεοσεβείας μυστήριον μὴ προσδοκήσῃς δύνασθαι παρὰ ἀνθρώπου μαθεῖν.
V. Χριστιανοὶ γὰρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι διακεκριμένοι τῶν λοιπῶν εἰσιν ἀνθρώπων. οὔτε γάρ που πόλεις ἰδίας κατοικοῦσι οὔτε διαλέκτῳ τινὶ παρηλλαγμένῃ χρῶνται οὔτε βίον παράσημον ἀσκοῦσιν. οὐ μὴν ἐπινοίᾳ τινὶ καὶ φροντίδι πολυπραγμόνων ἀνθρώπων μάθημα τοῦτ᾽ αὐτοῖς ἐστιν εὑρημένον, οὐδὲ δόγματος ἀνθρωπίνου προεστᾶσιν ὥσπερ ἔνιοι. κατοικοῦντες δὲ πόλεις ἑλληνίδας τε καὶ βαρβάρους, ὡς ἕκαστος ἐκληρώθη, καὶ τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καὶ διαίτῃ καὶ τῷ λοιπῷ βίῳ θαυμαστὴν καὶ ὁμολογουμένως παράδοξον ἐνδείκνυνται τὴν κατάστασιν τῆς ἑαυτῶν πολιτείας. πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ᾽ ὡς οἰκοῦσιν ἰδίας, ἀλλ᾽ ὡς πάροικοι· μετέχουσι πάντων ὡς πολῖται, καὶ πάνθ᾽ ὑπομένουσιν ὡς ξένοι· πᾶσα ξένη πατρίς ἐστιν αυτῶν, καὶ πᾶσα πατρὶς ξένη. γαμοῦσιν ὡς πάντες, τεκνογονοῦσιν· ἀλλ᾽ οὐ ῥίπτουσι τὰ γεννώμενα. τράπεζαν κοινὴν παρατίθενται, ἀλλ᾽ οὐ κοίτην. ἐν σαρκὶ τυγχάνουσιν, ἀλλ᾽ οὐ κατὰ σάρκα ζῶσιν. ἐπὶ γῆς διατρίβουσιν, ἀλλ᾽ ἐν οὐρανῷ πολιτεύονται. πείθονται τοῖς ὡρισμένοις νόμοις, καὶ τοῖς ἰδίοις βίοις νικῶσι τοὺς νόμους. ἀγαπῶσι πάντας, καὶ ὑπὸ πάντων διώκονται. ἀγνοοῦνται, καὶ κατακρίνονται· θανατοῦνται, καὶ ζωοποιοῦνται. πτωχεύουσι, καὶ πλουτίζουσι πολλούς· πάντων ὑστεροῦνται, καὶ ἐν πᾶσι περισσεύουσιν. ἀτιμοῦνται, καὶ ἐν ταῖς ἀτιμίαις δοξάζονται. βλασφημοῦνται, καὶ δκιαιοῦνται. λοιδοροῦνται, καὶ εὐλογοῦσιν· ὑβρίζονται, καὶ τιμῶσιν. ἀγαθοποιοῦντες ὡς κακοὶ κολάζονται· κολαζόμενοι χαίρουσιν ὡς ζωοποιούμενοι. ὑπὸ Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται καὶ ὑπὸ Ἑλλήνων διώκονται· καὶ τὴν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν.
VI. Ἁπλῶς δ᾽ εἰπεῖν, ὅπερ ἐστὶν σώματι ψυχή, τοῦτ᾽ εἰσὶν ἐν κόσμῳ Χριστιανοί. ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις. οἰκεῖ μὲν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος· καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν, οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου. ἀόρατος ἡ ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι· καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ, ἀόρατος δὲ αὐτῶν ἡ θεοσέβεια μένει. μισεῖ τὴν ψυχὴν ἡ σὰρξ καὶ πολεμεῖ μηδὲν ἀδικουμένη, διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι· μισεῖ καὶ Χριστιανοὺς ὁ κόσμος μηδὲν ἀδικούμενος, ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται. ἡ ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη· καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν. ἐγκέκλεισται μὲν ἡ ψυχὴ τῷ σώματι, συνέχει δὲ αὐτὴ τὸ σῶμα· καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ, αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον. ἀθάνατος ἡ ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ· καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς, τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι. κακουργουμένη σιτίοις καὶ ποτοῖς ἡ ψυχὴ βελτιοῦται· καὶ Χριστιανοὶ κολαζόμενοι καθ᾽ ἡμέραν πλεονάζουσι μᾶλλον. εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο ὁ θεός, ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι.
VII. Οὐ γὰρ ἐπίγειον, ὡς ἔφην, εὕρημα τοῦτ᾽ αὐτοῦς παρεδόθη, οὐδὲ θνητὴν ἐπίνοιαν φυλάσσειν οὕτως ἀξιοῦσιν ἐπιμελῶς, οὐδὲ ἀνθρωπίνων οἰκονομίαν μυστηρίων πεπίστευνται. ἀλλ᾽ αὐτὸς ἀληθῶς ὁ παντοκράτωρ καὶ παντοκτίστης καὶ ἀόρατος θεός, αὐτὸς ἀπ᾽ οὐρανῶν τὴν ἀλήθειαν καὶ τὸν λόγον τὸν ἅγιον καὶ ἀπερινόητον ἀνθρώποις ἐνίδρυσε καὶ ἐγκατεστήριξε ταῖς καρδίαις αὐτῶν· οὐ, καθάπερ ἄν τις εἰκάσειεν, ἀνθρώποις ὑπηρέτην τινὰ πέμψας ἢ ἄγγελον ἢ ἄρχοντα ἤ τινα τῶν διεπόντων τὰ ἐπίγεια ἤ τινα τῶν πεπιστευμένων τὰς ἐν οὐρανοῖς διοικήσεις, ἀλλ᾽ αὐτὸν τὸν τεχνίτην καὶ δημιουργὸν τῶν ὅλων, ᾧ τοὺς οὐρανοὺς ἔκτισεν, ᾧ τὴν θάλασσαν ἰδίοις ὅροις ἐνέκλεισεν, οὗ τὰ μυστήρια πιστῶς πάντα φυλάσσει τὰ στοιχεῖα, παρ᾽ οὗ τὰ μέτρα τῶν τῆς ἡμέρας δρόμων ὁ ἥλιος εἴληφε φυλάσσειν, ᾧ πειθαρχεῖ σελήνη νυκτὶ φαίνειν κελεύοντι, ᾧ πειθαρχεῖ τὰ ἄστρα τῷ τῆς σελήνης ἀκολουθοῦντα δρόμῳ· ᾧ πάντα διατέτακται καὶ διώρισται καὶ ὑποτέτακται, οὐρανοὶ καὶ τὰ ἐν οὐρανοῖς, γῆ καὶ τὰ ἐν τῇ γῇ, θάλασσα καὶ τὰ ἐν τῇ θαλάσσῃ, πῦρ, ἀήρ, ἄβυσσος, τὰ ἐν ὕψεσι, τὰ ἐν βάθεσι, τὰ ἐν τῷ μεταξύ· τοῦτον πρὸς αὐτοὺς ἀπέστειλεν. ἆρά γε, ὡς ἀνθρώπων ἄν τις λογίσᾳτο, ἐπὶ τυραννίδι καὶ φόβῳ καὶ καταπλήξει; οὐ μὲν οὖν· ἀλλ᾽ ἐν ἐπιεικείᾳ καὶ πραΰτητι ὡς βασιλεὺς πέμπων υἱὸν βασιλέα ἔπεμψεν, ὡς θεὸν ἔπεμψεν, ὡς ἄνθρωπον πρὸς ἀνθρώπους ἔπεμψεν, ὡς σώζων ἔπεμψεν, ὡς πείθων, οὐ βιαζόμενος· βία γὰρ οὐ πρόσεστι τῷ Θεῷ. ἔπεμψεν ὡς καλῶν, οὐ διώκων· ἔπεμψεν ὡς ἀγαπῶν, οὐ κρίνων. πέμψει γὰρ αὐτὸν κρίνοντα· καὶ τίς αὐτοῦ τὴν παρουσίαν ὑποστήσεται; . . . οὐχ ὁρᾷς παραβαλλομένους θηρίοις, ἵνα ἀρνήσωνται τὸν κύριον, καὶ μὴ νικωμένους; οὐχ ὁρᾷς, ὅσῳ πλείονες κολάζονται, τοσούτῳ πλεονάζοντας ἄλλους; ταῦτα ἀνθρώπου οὐ δοκεῖ τὰ ἔργα· ταῦτα δύναμίς ἐστι Θεοῦ· ταῦτα τῆς παρουσίας αὐτοῦ δείγματα.
VIII.Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο, τί ποτ᾽ ἐστὶ θεός, πρὶν αὐτὸν ἐλθεῖν; ἢ τοῦς κενοὺς καὶ ληρώδεις ἐκείνων λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων, ὧν οἱ μέν τινες πῦρ ἔφασαν εἶναι τὸν θεὸν (οὗ μέλλουσι χωρήσειν αὐτοί, τοῦτο καλοῦσι θεόν), οἱ δὲ ὕδωρ, οἱ δ᾽ ἄλλο τι τῶν στοιχείων τῶν ἐκτισμένων ὑπὸ Θεοῦ; καίτοι γε, εἴ τις τούτων τῶν λόγων ἀποδεκτός ἐστι, δύναιτ᾽ ἂν καὶ τῶν λοιπῶν κτισμάτων ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι θεόν. ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν· ἀνθρώπων δὲ οὐδεὶς οὔτε εἶδεν οὔτε ἐγνώρισεν, αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν. ἐπέδειξε δὲ διὰ πίστεως, ᾗ μόνῃ θεὸν ἰδεῖν συγκεχώρηται. ὁ γὰρ δεσπότης καὶ δημιουργὸς τῶν ὅλων θεός, ὁ ποιήσας τὰ πάντα καὶ κατὰ τάξιν διακρίνας, οὐ μόνον φιλάνθρωπος ἐγένετο, ἀλλὰ καὶ μακρόθυμος. ἀλλ᾽ οὗτος ἧν μὲν ἀεὶ τοιοῦτος καὶ ἔστι καὶ ἔσται, χρηστὸς καὶ ἀγαθὸς καὶ ἀόργητος καὶ ἀληθής, καὶ μόνος ἀγαθός ἐστιν· ἐννοήσας δὲ μεγάλην καὶ ἄφραστον ἔννοιαν ἀνεκοινώσατο μόνῳ τῷ παιδί. ἐν ὅσῳ μὲν οὖν κατεῖχεν ἐν μυστηρίῳ καὶ διετήρει τὴν σοφὴν αὐτοῦ βουλήν, ἀμελεῖν ἡμῶν καὶ ἀφροντιστεῖν ἐδόκει· ἐπεὶ δὲ ἀπεκάλυψε διὰ τοῦ ἀγαπητοῦ παιδὸς καὶ ἐφανέρωσε τὰ ἐξ ἀρχῆς ἡτοιμασμένα, πάνθ᾽ ἅμα παρέσχεν ἡμῖν, καὶ μετασχεῖν τῶν εὐεργεσιῶν αὐτοῦ καὶ ἰδεῖν καὶ νοῆσαι, ἃ τίς ἂν πώποτε προσεδόκησεν ἡμῶν;
IX. Πάντ᾽ οὖν ἤδη παρ᾽ ἑαυτῷ σὺν τῷ παιδὶ οὐκονομηκώς, μέχρι μὲν τοῦ πρόσθεν χρόνου εἴασεν ἡμᾶς, ὡς εβουλόμεθα, ἀτάκτοις φοραῖς φέρεσθαι, ἡδοναῖς καὶ ἐπιθυμίαις ἀπαγομένους. οὐ πάντως ἐφηδόμενος τοῖς ἁμαρτήμασιν ἡμῶν, ἀλλ᾽ ἀνεχόμενος, οὐδὲ τῷ τότε τῆς ἀδικίας καιρῷ συνευδοκῶν, ἀλλὰ τὸν νῦν τῆς δικαιοσύνης δημιουργῶν, ἵνα ἐν τῷ τότε χρόνῳ ἐλεγχθέντες ἐκ τῶν ἰδίων ἔργων ἀνάξιοι ζωῆς νῦν ὑπὸ τῆς τοῦ Θεοῦ χρηστότητος ἀξιωθῶμεν, καὶ τὸ καθ᾽ ἑαυτοὺς φανερώσαντες ἀδύνατον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ τῇ δυνάμει τοῦ Θεοῦ δυνατοὶ γενηθῶμεν. ἐπεὶ δὲ πεπλήρωτο μὲν ἡ ἡμετέρα ἀδικία καὶ τελείως πεφανέρωτο, ὅτι ὁ μισθὸς αὐτῆς κόλασις καὶ θάνατος προσεδοκᾶτο, ἦλθε δὲ ὁ καιρός, ὃν Θεὸς προέθετο λοιπὸν φανερῶσαι τὴν ἑαυτοῦ χρηστότητα καὶ δύναμιν (ὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας καὶ ἀγάπης τοῦ Θεοῦ), οὐκ ἐμίσησεν ἡμᾶς οὐδὲ ἀπώσατο οὐδὲ ἐμνησικάκησεν, ἀλλὰ ἐμακροθύμησεν, ἠνέσχετο, ἐλεῶν αὐτὸς τὰς ἡμετέρας ἁμαρτίας ἀνεδέξατο, αὐτὸς τὸν ἴδιον υἱὸν ἀπέδοτο λύτρον ὑπὲρ ἡμῶν, τὸν ἅγιον ὑπέρ ἀνόμων, τὸ ἄκακον ὑπὲρ τῶν κακῶν, τὸν δίκαιον ὑπέρ τῶν ἀδίκων, τὸν ἄφθαρτον ὑπὲρ τῶν φθαρτῶν, τὸν ἀθάνατον ὑπέρ τῶν θνητῶν. τί γὰρ ἄλλο τὰς ἁμαρτίας ἡμῶν ἠδυνήθη καλύψαι ἢ ἐκείνου δικαιοσύνη; ἐν τίνι δικαιωθῆναι δυνατὸν τοὺς ἀνόμους ἡμᾶς καὶ ἀσεβεῖς ἢ ἐν μόνῳ τῷ υἱῷ τοῦ Θεοῦ; ὢ τῆς γλυκείας ἀνταλλαγῆς, ὢ τῆς ἀνεξιχνιάστου δημιουργίας, ὢ τῶν ἀπροσδοκήτων εὐεργεσιῶν· ἵνα ἀνομία μὲν πολλῶν ἐν δικαίῳ ἑνὶ κρυβῇ, δικαιοσύνη δὲ ἑνὸς πολλοὺς ἀνόμους δικαιώσυνῃ. ἐλέγξας οὖν ἐν μὲν τῷ πρόσθεν χρόνῳ τὸ ἀδύνατον τῆς ἡμέτερας φύσεως εἰς τὸ τυχεῖν ζωῆς, νῦν δὲ τὸν σωτῆρα δείξας δυνατὸν σώζειν καὶ τὰ ἀδύνατα, ἐξ ἀμφοτέρων ἐβουλήθη πιστεύειν ἡμᾶς τῇ χρηστότητι αὐτοῦ, αὐτὸν ἡγεῖσθαι τροφέα, πατέρα, διδάσκαλον, σύμβουλον, ἰατρόν, νοῦν, φῶς, τιμήν, δόξαν, ἰσχύν, ζωήν, περὶ ἐνδύσεως καὶ τροφῆς μὴ μεριμνᾶν.
X. Ταύτην καὶ σὺ τὴν πίστιν ἐὰν ποθήσῃς, καὶ λάβῃς πρῶτον μὲν ἐπίγνωσιν πατρός. ὁ γὰρ Θεὸς τοὺς ἀνθρώπους ἠγάπησε, δι᾽ οὓς ἐποίησε τὸν κόσμον, οἷς ὑπέταξε πάντα τὰ ἐν τῇ γῇ, οἷς λόγον ἔδωκεν, οἷς νοῦν, οἷς μόνοις ἄνω πρὸς αὐτὸν ὁρᾶν ἐπέτρεψεν, οὓς ἐκ τῆς ἰδίας εἰκόνος ἔπλασε, πρὸς οὓς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, οἷς τὴν ἐν οὐρανῷ βασιλείαν ἐπηγγείλατο, καὶ δώσει τοῖς ἀγαπήσασιν αὐτόν. ἐπιγνοὺς δὲ τίνος οἴει πληρωθήσεσθαι χαρᾶς; ἢ πῶς ἀγαπήσεις τὸν οὕτως προαγαπήσαντά σε; ἀγαπήσας δὲ μιμητὴς ἔσῃ αὐτοῦ τῆς χρηστότητος. καὶ μὴ θαυμάσῃς, εἰ δύναται μιμητὴς ἄνθρωπος γενέσθαι Θεοῦ. δύναται θέλοντος αὐτοῦ. οὐ γὰρ τὸ καταδυναστεύειν τῶν πλησίον οὐδὲ τὸ πλέον ἔχειν βούλεσθαι τῶν ἀσθενεστέρων οὐδὲ τὸ πλουτεῖν καὶ βιάζεσθαι τοὺς ὑποδεεστέρους εὐδαιμονεῖν ἐστίν, οὐδὲ ἐν τούτοις δύναταί τις μιμήσασθαι θεόν, ἀλλὰ ταῦτα ἐκτὸς τῆς ἐκείνου μεγαλειότητος. ἀλλ᾽ ὅστις τὸ τοῦ πλησίον ἀναδέχεται βάρος, ὃς ἐν ᾧ κρείσσων ἐστὶν ἕτερον τὸν ἐλαττούμενον εὐεργετεῖν ἐθέλει, ὃς ἃ παρὰ τοῦ Θεοῦ λαβὼν ἔχει, ταῦτα τοῖς ἐπιδεομένοις χορηγῶν Θεὸς γίνεται τῶν λαμβανόντων, οὗτος μιμητής ἐστι Θεοῦ. τότε θεάσῃ τυγχάνων ἐπὶ τῆς γῆς, ὅτι Θεὸς ἐν οὐρανοῖς πολιτεύεται, τότε μυστήρια Θεοῦ λαλεῖν ἄρξῃ, τότε τοὺς κολαζομένους ἐπὶ τῷ μὴ θέλειν ἀρνήσασθαι θεὸν καὶ ἀγαπήσεις καὶ θαυμάσεις· τότε τῆς ἀπάτης τοῦ κόσμου καὶ τῆς πλάνης καταγνώσῃ, ὅταν τὸ ἀληθῶς ἐν οὐρανῷ ζῆν ἐπιγνῷς, ὅταν τοῦ δοκοῦντος ἐνθάδε θανάτου καταφρονήσῃς, ὅταν τὸν ὄντως θάνατον φοβηθῇς, ὃς φυλάσσεται τοῖς κατακριθησομένοις εἰς τὸ πῦρ τὸ αἰώνιον, ὃ τοὺς παραδοθέντας αὐτῷ μέχρι τέλους κολάσει. τότε τοὺς ὑπομένοντας ὑπὲρ δικαιοσύνης θαυμάσεις τὸ πῦρ τὸ πρόσκαιρον καὶ μακαρίσεις, ὅταν ἐκεῖνο τὸ πῦρ ἐπιγνῷς.
XI. Οὐ ξένα ὁμιλῶ οὐδὲ παραλόγως ζητῶ, ἀλλὰ ἀποστόλων γενόμενος μαθητὴς γίνομαι διδάσκαλος ἐθνῶν· τὰ παραδοθέντα ἀξίως ὑπηρετῶ γινομένοις ἀληθείας μαθηταῖς. τίς γὰρ ὀρθῶς διδαχθεὶς καὶ λόγῳ προσφιλὴς γενηθεὶς οὐκ ἐπιζητεῖ σαφῶς μαθεῖν τὰ διὰ λόγου δειχθέντα φανερῶς μαθηταῖς, οἷς ἐφανέρωσεν ὁ λόγος φανείς, παρρησίᾳ λαλῶν, ὐπὸ ἀπίστων μὴ νοούμενος, μαθηταῖς δὲ διηγούμενος, οἳ πιστοὶ λογισθέντες ὑπ᾽ αὐτοῦ ἔγνωσαν πατρὸς μυστήρια; οὗ χάριν ἀπέστειλε λόγον, ἵνα κόσμῳ φανῇ, ὃς ὑπὸ λαοῦ ἀτιμασθείς, διὰ ἀποστόλων κηρυχθείς, ὑπὸ ἐθνῶν ἐπιστεύθη. οὗτος ὁ ἀπ᾽ ἀρχῆς, ὁ καινὸς φανεὶς καὶ παλαιὸς εὑρεθεὶς καὶ πάντοτε νέος ἐν ἁγίων καρδίαις γεννώμενος. οὗτος ὁ ἀεί, ὁ σήμερον υἱὸς λογισθείς, δι᾽ οὗ πλουτίζεται ἡ ἐκκλησία καὶ χάρις ἁπλουμένη ἐν ἁγίοις πληθύνεται, παρέχουσα νοῦν, φανεροῦσα μυστήρια, διαγγέλουσα καιρούς, χαίρουσα ἐπὶ πιστοῖς, ἐπιζητοῦσι δωρουμένη, οἷς ὅρκια πίστεως οὐ θραύεται οὐδὲ ὅρια πατέρων παρορίζεται. εἶτα φόβος νόμου ᾄδεται, καὶ προφητῶν χάρις γινώσκεται, καὶ εὐαγγελίων πίστις ἵδρυται, καὶ ἀποστόλων παράδοσις φυλάσσεται, καὶ ἐκκλησίας χάρις σκιρτᾷ. ἣν χάριν μὴ λυπῶν ἐπιγνώσῃ, ἃ λόγος ὁμιλεῖ δι᾽ ὧν βούλεται, ὅτε θέλει. ὅσα γὰρ θελήματι τοῦ κελεύοντος λόγου ἐκινήθημεν ἐξειπεῖν μετὰ πόνου, ἐξ ἀγάπης τῶν ἀποκαλυφθέντων ἡμῖν γινόμεθα ὑμῖν κοινωνοί.
XII. Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε, ὅσα παρέχει ὁ Θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς, οἱ γενόμενοι παράδεισος τρυφῆς, πάγκαρπον ξύλον εὐθαλοῦν ἀνατείλαντες ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι. ἐν γὰρ τούτῳ τῷ χωρίῳ ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται· ἀλλ᾽ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλ᾽ ἡ παρακοὴ ἀναιρεῖ. οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα, ὡς Θεὸς ἀπ᾽ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδιεκνύς· ᾗ μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ᾽ ἀρχῆς πλάνῃ τοῦ ὄφεως γεγύμνωνται. οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως οὐδὲ γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς· διὸ πλησίον ἑκάτερον πεφύτευται. ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος λέγει· Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ μαρτυρουμένης ὑπὸ τῆς ζωῆς, οὐκ ἔγνω, ὑπὸ τοῦ ὄφεως πλανᾶται, μὴ ἀγαπήσας τὸ ζῆν. ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν ἐπ᾽ ἐλπίδι φυτεύει, καρπὸν προσδοκῶν. ἤτω σοὶ καρδία γνῶσις, ζωὴ δὲ λόγος ἀληθής, χωρούμενος. οὗ ξύλον φέρων καὶ καρπὸν αἱρῶν τρυγήσεις ἀεὶ τὰ παρὰ Θεῷ ποθούμενα, ὧν ὄφις οὐχ ἅπτεται οὐδὲ πλάνη συγχρωτίζεται· οὐδὲ Εὔα φθείρεται, ἀλλὰ παρθένος πιστεύεται· καὶ σωτήριον δείκνυται, καὶ ἀπόστολοι συνετίζονται, καὶ τὸ κυρίου πάσχα προέρχεται, καὶ καιροὶ συνάγονται καὶ μετὰ κόσμου ἁρμόζονται, καὶ διδάσκων ἁγίους ὁ λόγος εὐφραίνεται, δι᾽ οὗ πατὴρ δοξάζεται· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
ΜΕΤΑΦΡΑΣΗ:
Η ΠΡΟΣ ΔΙΟΓΝΗΤΟΝ ΕΠΙΣΤΟΛΗ
Επειδή βλέπω, έξοχώτατε Διόγνητε, ότι έχεις πάρα πολύ φροντίδα να µάθης τη θεοσέβεια των χριστιανών και ζητας πληροφορίες ξεκάθαρες και για κάθε σηµείο· της ζωης τους, σε τι Θεό πιστεύουν και πως η θρησκεία που έχουν τους κάνει να παραβλέπουν τον παρόντα κόσµο όλοι και να καταφρονούν το θάνατο και να θεωρουν ανύπαρκτους τους θεούς των εΙδωλολατρών και να µή φυλανε Ιουδαϊκούς τύπους, Επειδή θέλεις να κατατοπισθής στα µυστικά της φιλοστοργίας που τρέφουν µεταξύ τους και να έξηγήσης πως συνέβη αύτή η καινούργια τάξις ανθρώπων, αύτή η καινούρια ζωή να ανθίση στην οικουµένη τώρα µόλις και όχι πριν, δέχοµαι εύχάριστα τη δίψα σου αύτή και ζητώ από το Θεό, που χορηγεί σε µας και το λόγο και την ακοή, να µου δώση τη χάρι να σου µιλήσω κατά τέτοιο τρόπο ωστε να σε ιδώ να ανανήφης και να χαρώ πολύ πρώτος έγώ γι’ αύτό.
Ελα, λοιπόν, αφ ου καθαρίσεις τη διάνοιά σου απ’ όλους τους µολυσµούς που τη µόλυναν εως τώρα και τις απότηλές συνήθειες αφ ου πετάξης από πάνω σου, να γίνης απ’ αύτή τη στιγµή καινός άνθρωπος, προκειµένου να µαθητεύσης, όπως κι’ ο ‘ίδιος το όµολόγησες, σε καινούρια διδασκαλία. Ανοιξε τα µάτια της ψυχης σου για να ίδης τι υπόστασι έχουν και τι λογης είναι οι θεοί που πιστεύετε και προσκυνητε. Άπό τι είναι καµωµενοι; Ο ενας από πέτρα, όµοια µ’ εκείνες που παταµε, ο άλλος από χαλκό όχι καλύτερον από εκείνον που φτιάχνουµε τα οίκιακά σκεύη, ο άλλος από ξύλο που σαπίζει αργά η γρήγορα, ο άλλος από ασηµι που χρειάζεται άνθρωπο να το φυλάη από την κλοπή, ο άλλος από σίδερο που η σκουριά το τρώει, ο άλλος από όστρακο σε τίποτε εύπρεπέστερο από έκείνα που χρησιµοποιούνται στις ποταπότερες ανάγκες. “Ολοι αύτοί οι θεοί είναι φτιαγµένοι από φθαρτή ύλη. Το σίδερο και η φωτιά τους έκαµε. VΑλλους ο γλύπτης, άλλους ο γύφτος, άλλους ο χρυσοχόος, άλλους ο αγγειοπλάστης τους δηµιούργησε. Πριν τους δουλέψουν τα χέρια αύτών των τεχνιτων και τους δώσουν µορφή, τι ήσαν; Και τα σκευή που είναι φτιαγμένα άπό την ίδια ύλη μ’ αυτούς τους θεούς, αν τα ξαναχύσουν οι τεχνίτες δεν τα φτιάχνουν κι αυτά θεούς; .Κι οι τωρινοί θεοί δεν μπορεί να γίνουν στα χέρια των ιδιων τεχνιτών σκεύη οικιακά; Οι θεοί αυτοί δεν είναι όλοι κουφοί; Ολοι τυφλοί; Ολοι άψυχοι; Όλοι αναίσθητοι; Ολοι ακίνητοι; Ολοι φθαρτοί; Αυτά τα ξόανα τα ονομάζετε θεούς, τα υπηρετείτε ως δουλοι, τα προσκυνείτε και τ’ αντιγράφετε στη ζωή σας. Μισείτε- τους χριστιανούς, διότι δεν τα πιστεύουν για θεούς. Κι όμως, σεις που θαρρείτε οτι τα λατρεύετε, τα καταφρονείτε περισσότερο άπο τους χριστιανούς. Τα χλευάζετε και τα υβρίζετε περισσότερο από μας, όταν όσα άπ’ αυτά είναι πέτρινα και όστράκινά τ’ αφήνετε αφύλαχτα κι όσα είναι ασημένια η χρυσά τα διπλοκλειδώνετε και τους βάζετε νύχτα μέρα φύλακες για να μη κλαπούν. Και με τις τιμές που τους προσφέρετε, αν μεν αισθάνονται, τα στενοχωρείτε μάλλον παρά τα ευχαριστείτε κι αν είναι αναίσθητα κυττάτε να τα ξυπνήσετε με αίματα και κνίσες. Ας τα υπομείνει κανείς από σας κάτι τέτοια, ας βάλη τον εαυτό του στη θέση εκείνων. Αλλά δεν θα βρεθεί βέβαια άνθρωπος να άνεχθή τέτοια τιμωρία, διότι έχει αίσθηση και λογικό. Ενώ η πέτρα την ανέχεται, επειδή είναι πράγμα αναίσθητο. Έτσι. λοιπόν, δεν υποτείνεσθε στην αίσθηση της πέτρας ούτε την αποδείχνετε. Για το ότι, λοιπόν, οι χριστιανοί δεν μπορούν να υποδουλωθούν σε τέτοιους θεούς πολλά άλλα θα είχα να πω. ‘Αλλά μετά όσα είπα ήδη αν κανείς τα θεωρή λίγα, περιττεύει κάθε παρά πέρα λόγος.
Κατόπιν ποθείς διακαώς να μάθης, όπως νομίζω, γιατί οι χριστιανοί δεν θρησκεύονται όμοια με τους Ιουδαίους. Οι Ιουδαίοι, είναι αλήθεια, ότι δεν μετέχουν στην ίδια λατρεία που, προανέφερα. Σωστά ομολογούν κι αναγνωρίζουν ένα Θεό και Δεσπότη. Αλλά ομοιότροπα με τους ειδωλολάτρες του εκδηλώνουν τη λατρεία τους κι αυτό είναι η πλάνη τους. Οι εθνικοί με τις τιμές που προσφέρουν στ’ αναίσθητα και κουφά είδωλα δείχνουν την αφροσύνη τους. Ανάλογη μωρία δείχνουν και οι ιουδαίοι όταν προσφέρουν τις ίδιες τιμές στον Θεό σαν να είχε ανάγκη άπ’ αυτές. Διότι ο ποιήσας τον ουρανό και την γην και πάντα τα εν αύτοίς, αυτός που μας τα χορηγεί όλα όσα έχουμε ανάγκη, τίποτε δεν χρειάζεται ο ίδιος και ο ίδιος δίνει εκείνα που του προσφέρουν οι πλανεμένοι ιουδαίοι. Του προσφέρουν θυσίες μ’ αίμα και κνίσα και ολοκαυτώματα και θαρρούν ότι έτσι τον γεραίρουν και τον τιμούν, μοιάζοντας ακριβώς μ’ εκείνους που δείχνουν την ίδια προθυμία στ’ άψυχα είδωλα. Οι μεν προσφέρουν σε ψεύτικους θεούς, που δεν μπορούν ν’ απολαύσουν τα προσφερόμενα, οι δε προσφέρουν στον Θεό πράγματα που δεν τα έχει ανάγκη, Εξ άλλου δεν νομίζω ότι περιμένεις από μένα να μάθης πόσο καταγέλαστα και τιποτένια πράγματα είναι η περίφοβη λεπτολογία τους ως προς τα φαγητά, η δεισιδαιμονία τους για τα Σάββατα, η αλαζονεία της περιτομής, η ειρωνεία της νηστείας, και νουμηνίας. Δεν είναι ασέβεια τάχα να παραδέχονται άπ’ όσα έχτισε ο Θεός για να τα χρησιμοποιούν οι άνθρωποι ορισμένα ως καλά και ορισμένα να μη τ’ αγγίζουν καν ως άχρηστα και περιττά; Πως δεν είναι ασέβεια να λένε ότι τάχα ο Θεός απαγορεύει την αγαθοεργία κατά το Σάββατο ; Και πως να μη τους κατηγορήσει κάνεις όταν περηφανεύονται για λίγη κομμένη σάρκα,, θεωρώντας αυτό το πράγμα ως σημάδι της εκλογής τους από τόνο; Και όταν τους βλέπει κανείς να παραφυλάνε τ’ άστρα και ο φεγγάρι για να ορίζουν σύμφωνα με τις τροχιές των ουρανίων σωμάτων τους μήνες και τις μέρες και να παίρνουν από τη θεία οικονομία, που υπάρχει μέσα στη φέσι κι από τις αλλαγές των-εποχών αυθαίρετες διαιρέσεις σύμφωνες με τις διαθέσεις που έχουν κάθε φορά κι έτσι άλλοτε να γιορτάζουν κι άλλοτε να πενθούν, ποιος θα τα πη αυτά τα πράγματα δείγματα θεοσέβειας κι χι αφροσύνης; Νομίζω, λοιπόν, ότι κατάλαβες αρκετά γιατί έχουν δίκιο οι χριστιανοί να στέκονται μακριά τόσο από την ειδωλολατρική χοντροκοπιά και απάτη σο και από την πολυπραγμοσύνη και την αλαζονεία των ιουδαίων. “070 για το το μυστήριο της δικής τους θεοσέβειας μη περιμένης να το μάθης από άνθρωπο. Διότι οι χριστιανοί ούτε από τον τόπο που κατοικούν ούτε ο τη γλώσσα που μιλούν ούτε από την εξωτερική ζωή τους διακρίνονται ανάμεσα στους ανθρώπους. Ούτε πόλεις ιδιαίτερες έχουν ούτε διάλεκτο ξεχωριστή ούτε ζωή κάνουν φανταχτερή.. Η θρησκεία τους είναι κάτι που δεν το επινόησε ανθρώπινο μυαλό και δεν το καθίδρυσε ανθρώπινη φροντίδα ούτε ανθρώπινη ιδεολογία ακολουθούν όπως ορισμένοι φιλοσοφοΰντες. Κατοικούν -σε πόλεις ελληνικές και βάρβαρες, που έλαχε δ καθένας τους, ακολουθώντας τις τοπικές συνήθειες στα φορέματα και στο φαγητό και στον υπόλοιπο βίο κι όμως η πολιτεία τους φανερώνεται θαυμαστή και ομολογουμένως παράδοξη. Πατρίδα τους έχουν κι αυτοί ένα ορισμένο τόπο, αλλά ως πάροικοι. Μετέχουν σε όλα ως πολίται και όλα τα υπομένουν ως ξένοι. Κάθε ξένος τόπος είναι πατρίδα τους και κάθε πατρίδα τους ξένος τόπος. Παντρεύονται όπως όλοι, κάνουν παιδιά, αλλά δεν τ’ άπορίχνουν. Κάθονται σε κοινό τραπέζι, άλλά δεν έχουν κοινή κοίτη. Εν σ α ρ κ ι βρίσκονται, άλλά ζουν ου κατά σάρκα. Στη γη περνούν τις μέρες τους, άλλά στον ουρανό πολιτεύονται. Υπακούουν στους νόμους του κράτους, άλλά με τη ζωή τους νικούν τους νόμους. Αγαπούν όλους και όλοι τους καταδιώκουν. Δεν τους ξέρουν και όμως τους καταδικάζουν τους θανατώνουν και ζωοποούνται. Πτωχεύουσι και πλουτίζουσι πολλούς. Από όλα στερούνται και όλα τα έχουν περίσσια. Άτιμώνται και η ατιμία τους δοξάζει. Βλασφημούνται και βγαίνουν δικαιωμένοι. Λοιδορούνται και εύλογούσιν. Υβρίζονται και τιμούν. Άγαθοποιούν και τιμωρούνται ως κακοποιοί. Τιμωρούνται και χαίρουν ως ζωοποιούμενοι. Οι ιουδαίοι τους πολεμούν ως αλλοφύλους και οι είδωλολάτραι τους διώκουν και όλοι αυτοί που τους μισούν δεν ξέρουν την αιτία της έχθρας τους.
Και για να το πούμε απλούστερα, ό,τι είναι στο σώμα η ψυχή, αυτό είναι στον κόσμο οι χριστιανοί. Είναι απλωμένη σε όλα τα μέλη του σώματος η ψυχή και οι χριστιανοί είναι κατάσπαρτοι στην οικουμένη. Η ψυχή κατοικεί μέσα στο σώμα, άλλά δεν είναι του σώματος. Και οι χριστιανοί κατοικούν μέσα στον κόσμο, άλλά δεν είναι του κόσμου. Αόρατη η ψυχή, φρουρείται μέσα στο όρατό σώμα. Και οι χριστιανοί, ξέρουμε όλοι οτι βρίσκονται μέσα στον κόσμο, άλλά η θεοσέβεια τους μένει αόρατη. Μισεί την ψυχή η σάρκα και την πολεμά ενώ σε τίποτε δεν την αδικεί η ψυχή, μόνο και μόνο διότι την εμποδίζει να ριχθή στις ηδονές. Μισεί και τους χριστιανούς ο κόσμος ενώ σε τίποτε οι χριστιανοί δεν τον αδικούν, μόνο και μόνο διότι αντιτάσσονται.. στις ηδονές. ‘ Η ψυχή αγαπά τη σάρκα και τα μέλη της που την μισούν. Και οι χριστιανοί αγαπούν εκείνους άπό τους οποίους μισούνται. Η ψυχή είναι φυλακισμένη στο σώμα, αλλά το συγκρατεί αυτή στη ζωή. Και οι χριστιανοί είναι δεσμώτες του κόσμου, αλλά ο κόσμος ζη χάρι σ’ αυτούς. Αθάνατη είναι η ψυχή και κατοικεί σε θνητό σκήνωμα. Και οι χριστιανοί περνούν ,μέσα από τη φθορά κατευθυνόμενοι προς την ουράνια αφθαρσία. Με νηστεία και δίψα του σώματος η ψυχή βελτιώνεται. Και οι χριστιανοί τιμωρούμενοι καθημερινά γίνονται περισσότεροι. Διότι ο Θεός τους κάλεσε σε ζωή, από την οποία τους είναι αδύνατο πια να παραιτηθούν.
Δεν είναι επίγειο, καθώς είπα, εύρημα η πίστις που τους
δόθηκε ούτε βάλθηκαν να φυλάνε θνητό επινόημα κι ανθρώπινη θρησκεία. Αλλ’ ο ίδιος αληθινά ο παντοδύναμος και κτίστης των πάντων και αόρατος Θεός φύτεψε στις καρδιές των ανθρώπων και καλλιεργεί την ουράνια αλήθεια και τον λόγο τον άγιο και άχώρετο στον νου. Και δεν έστειλε, όπως είναι φυσικό να σκεφθή κανείς, στους ανθρώπους κάποιον υπηρέτη από τις ασώματες δυνάμεις, που διέπουν τα επίγεια και κρατούν την ουράνια τάξι, αλλά τον ίδιο τον τεχνίτη και δημιουργό των πάντων. Εκείνον για τον όποιον και μέσω του οποίου έκτισε το στερέωμα και μάνδρωσε τη θάλασσα με τις ακρογιαλιές, του οποίου τα μυστήρια φυλάγονται πιστά από όλα τα στοιχεία της φύσεως, από τον όποιον προστάχθηκε ο ήλιος να ακόλουθη τις τροχιές του, στον όποιον πειθαρχεί το φεγγάρι βγαίνοντας τις νύχτες, στον οποίον υπακούουν τα άστρα ακολουθώντας τον δρόμο του φεγγαριού. Εκείνον, στον οποίον και για τον οποίον έχουν συναρμολογηθή τα πάντα και καθορισθή και ύποταχθή, οι ουρανοί και όσα είναι τους ουρανούς, η γη και όσα είναι στη γη, η θάλασσα και όσα είναι στη θάλασσα, η φωτιά, ο αέρας, η άβυσσος, όσα είναι σε ύψη, όσα είναι σε βάθη και όσα βρίσκονται ανάμεσα. Εκείνον έστειλε στους ανθρώπους. Και τον έστειλε τάχα, όπως είναι φυσικό να συλλογισθή κανείς, για να προξενήση έτσι φόβο, κατάπληξι και συμμάζεμα; Κάθε άλλο. “Ισα-ίσα με επιείκεια και πραότητα ο βασιλεύς έστειλε τον βασιλέα υιό του, τον έστειλε ως Θεό αλλά και ως άνθρωπο στους ανθρώπους, τον έστειλε ως σωτήρα, τον έστειλε για να πείση κι όχι να έκβιάση. Διότι η βία δεν ταιριάζει στον Θεό. Τον έστειλε για να καλέση, όχι για να καταδίωξη. Τον έστειλε από αγάπη κι όχι για να κρίνη. Θα τον ξαναστείλη για να κρίνη και τότε την παρουσία του ποιος θα την βαστάξη;…Δεν βλέπεις τους χριστιανούς να ρίχνονται στα θηρία για ν’ αρνηθούν τον Κύριο και όμως να μη νικώνται; Δεν βλέπεις ότι όσο περισσότεροι τιμωρούνται, τόσο περισσότεροι γίνονται; Αυτά δεν είναι ανθρώπινα φαινόμενα. Αυτά εξηγούνται μονάχα με τη δύναμι του Θεού. Αυτά είναι φανερώματα της ίδιας του της παρουσίας.
δόθηκε ούτε βάλθηκαν να φυλάνε θνητό επινόημα κι ανθρώπινη θρησκεία. Αλλ’ ο ίδιος αληθινά ο παντοδύναμος και κτίστης των πάντων και αόρατος Θεός φύτεψε στις καρδιές των ανθρώπων και καλλιεργεί την ουράνια αλήθεια και τον λόγο τον άγιο και άχώρετο στον νου. Και δεν έστειλε, όπως είναι φυσικό να σκεφθή κανείς, στους ανθρώπους κάποιον υπηρέτη από τις ασώματες δυνάμεις, που διέπουν τα επίγεια και κρατούν την ουράνια τάξι, αλλά τον ίδιο τον τεχνίτη και δημιουργό των πάντων. Εκείνον για τον όποιον και μέσω του οποίου έκτισε το στερέωμα και μάνδρωσε τη θάλασσα με τις ακρογιαλιές, του οποίου τα μυστήρια φυλάγονται πιστά από όλα τα στοιχεία της φύσεως, από τον όποιον προστάχθηκε ο ήλιος να ακόλουθη τις τροχιές του, στον όποιον πειθαρχεί το φεγγάρι βγαίνοντας τις νύχτες, στον οποίον υπακούουν τα άστρα ακολουθώντας τον δρόμο του φεγγαριού. Εκείνον, στον οποίον και για τον οποίον έχουν συναρμολογηθή τα πάντα και καθορισθή και ύποταχθή, οι ουρανοί και όσα είναι τους ουρανούς, η γη και όσα είναι στη γη, η θάλασσα και όσα είναι στη θάλασσα, η φωτιά, ο αέρας, η άβυσσος, όσα είναι σε ύψη, όσα είναι σε βάθη και όσα βρίσκονται ανάμεσα. Εκείνον έστειλε στους ανθρώπους. Και τον έστειλε τάχα, όπως είναι φυσικό να συλλογισθή κανείς, για να προξενήση έτσι φόβο, κατάπληξι και συμμάζεμα; Κάθε άλλο. “Ισα-ίσα με επιείκεια και πραότητα ο βασιλεύς έστειλε τον βασιλέα υιό του, τον έστειλε ως Θεό αλλά και ως άνθρωπο στους ανθρώπους, τον έστειλε ως σωτήρα, τον έστειλε για να πείση κι όχι να έκβιάση. Διότι η βία δεν ταιριάζει στον Θεό. Τον έστειλε για να καλέση, όχι για να καταδίωξη. Τον έστειλε από αγάπη κι όχι για να κρίνη. Θα τον ξαναστείλη για να κρίνη και τότε την παρουσία του ποιος θα την βαστάξη;…Δεν βλέπεις τους χριστιανούς να ρίχνονται στα θηρία για ν’ αρνηθούν τον Κύριο και όμως να μη νικώνται; Δεν βλέπεις ότι όσο περισσότεροι τιμωρούνται, τόσο περισσότεροι γίνονται; Αυτά δεν είναι ανθρώπινα φαινόμενα. Αυτά εξηγούνται μονάχα με τη δύναμι του Θεού. Αυτά είναι φανερώματα της ίδιας του της παρουσίας.
Ποιος από τους ανθρώπους θα μπορούσε να γνωρίζη στο βάθος τι είναι δ Θεός, πριν δ Χριστός έλθη; παραδέχεσαι τα κούφια λόγια των σπουδαίων φιλοσόφων, που μοιάζουν με παραληρήματα, όταν άλλοι άπ’ αυτούς είπαν ότι ο Θεός είναι πυρ (εκεί που θα πήγαιναν οι ίδιοι, αυτό το ώνόμασαν θεό), άλλοι νερό κι άλλοι διάφορα άλλα στοιχεία, τα όποια ακριβώς κτίσθηκαν άπό τον Θεό; Μα αν κάποια άπ’ αυτές τις θεωρίες γίνη αποδεκτή, τότε με το ίδιο δικαίωμα μπορούμε να πούμε ότι είναι Θεός και ένα οποιοδήποτε άλλο κτίσμα. Άλλά, βέβαια, όλα αυτά είναι ταχυδακτυλουργίες και καμώματα απατεώνων θαυματοποιών. Κανείς άνθρωπος ούτε είδε ούτε γνώρισε τον Θεό, άλλ’ ο Θεός ο ίδιος φανέρωσε τον εαυτό του. Και τον φανέρωσε δια της πίστεως. Μονάχα με την πίστι μας έχει δοθή ο τρόπος να βλέπουμε τον Θεό. Ο δεσπότης και δημιουργός των όλων Θεός, που έφτιαξε τα πάντα και τα ξεχώρισε σε είδη, δεν υπήρξε μόνο φιλάνθρωπος, άλλά και μακρόθυμος. Άλλά και ήταν ανέκαθεν τέτοιος και είναι και θα είναι χρηστός και αγαθός και ανόργιστος και αληθινός, και μόνος αγαθός είναι. Κι αφού εννόησε κάποια μεγάλη και ανείπωτη έννοια, την ανεκοίνωσε μονάχα στον υιό του. Και όσο διάστημα φύλαγε μέσα σε μυστήριο και κρατούσε κρυφή τη σοφή του απόφασι, φαινόταν πως αμελούσε και δεν φρόντιζε για μας. Μα όταν απεκάλυψε μέσω του αγαπητού του παιδιού και φανέρωσε εκείνα που είχε από την άρχή ετοιμασμένα, όλα μονομιάς μας τα χάρισε, δηλαδή και να μετέχουμε στις ευεργεσίες του και να δούμε και να εννοήσουμε εκείνα που κανείς έως τότε δεν είχε ούτε καν φαντασθή.
Άφού, λοιπόν, είχε καταστρώσει το σχέδιο της θείας οικονομίας με τον υιό του, έως χθες μας άφηνε να παίρνουμε τον κατήφορο της απιστίας, που τόσο τον θέλαμε, παρασυρμένοι από ηδονές και επιθυμίες. Οχι βέβαια διότι αρεσκόταν στις αμαρτίες μας, άλλά τις ανεχόταν.. Δεν συνευδοκούσε σ’ εκείνη την εποχή της αδικίας, αλλά δημιουργούσε την τωρινή εποχή της δικαιοσύνης, ώστε έχοντας άποδειχθή τον πρώτο καιρό άπό τα ίδια μας τα έργα ως ανάξιοι της ζωής, τώρα ν’ αξιωθούμε τη χρηστότητα του Θεού κι άφου στον ίδιο τον εαυτό μας βεβαιωθούμε για το πόσο αδύνατο ήταν εισελθείν εις την βασιλείαν του Θεού, τώρα με τη δύναμι του Θεού να μπούμε σ’ αυτή. Η αδικία μας είχε αποκορυφωθή και συμπληρωθή. Είχε γίνει κατάδηλο ότι το κατάντημα μας δεν μπορούσε να είναι άλλο από την κόλασι και τον θάνατο. Άλλά ήλθε η ώρα που ο Θεός είχε προορίσει για να φανέρωση τη χρηστότητα και τη δύναμί του (ω άπροσμέτρητη φιλανθρωπία και αγάπη του Θεού!. Δεν μας μίσησε, δεν μας άπεδοκίμασε, δεν μνησικάκησε. Άλλά μακροθύμησε, ανέχθηκε και μέσα στο έλεος του επωμίσθηκε ο ίδιος τις αμαρτίες μας, δίνοντας τον υιό του λύτρο για μας, τον άγιο υπέρ των άνόμων, τον άκακο υπέρ των κακών, τον δίκαιον υπέρ των αδίκων, τον άφθαρτο υπέρ των φθαρτών, τον αθάνατο υπέρ των θνητών. Διότι τι άλλο μπόρεσε να καλύψη τις αμαρτίες μας παρά η δικαιοσύνη εκείνου; Πάνω σε ποιόν θα μπορούσαμε να δικαιωθουμε εμείς οι άνομοι και ασεβείς παρά μονάχα πάνω στον υιό του Θεού; Ω γλυκύ αντάλλαγμα, ω ανεξιχνίαστη δημιουργία, ω απροσδόκητες ευεργεσίες! Η ανομία των πολλών να κρυβή από ένα δίκαιον, η δικαιοσύνη ενός να δικαίωση πολλούς ανόμους. Άφού μας έκανε ο Θεός να δούμε προτύτερα πόσο αδύνατο στη φύσι μας ήταν να πετύχουμε τη ζωή και τώρα μας χάρισε σωτήρα που μπορεί να μας λύτρωση όντας απολύτως αδύνατο να σωθούμε μόνοι μας, και από τα δύο αυτά θέλησε να πιστεύουμε τη χρηστότητα του και να τον αναγνωρίζουμε τροφέα, πατέρα, διδάσκαλο, σύμβουλο, ιατρό, νου, φως, τιμή, δόξα, δύναμι, ζωή, χωρίς να μεριμνάμε για το τι θα ντυθούμε και τι θα φάμε.
Αυτή την πίστι αν ποθήσης και συ, θα απόκτησης πρώτα πρώτα την έπίγνωσι τοΰ πατρός. Διότι ο Θεός τους ανθρώπους αγάπησε, για τους όποιους έχτισε τον κόσμο, στους οποίους ύπέταξε όλα όσα είναι πάνω στη γη, στους οποίους έδωσε λόγο και. νου, στους οποίους μόνους αξίωσε να βλέπουν προς τα άνω, προς τον ίδιο, τους οποίους έπλασε από την ίδια του την εικόνα, προς: τους οποίους απέστειλε τον υιόν αυτού τον μονογενή, στους οποίους υποσχέθηκε την ουράνια βασιλεία και θα τους τη χαρίση αν τον αγαπήσουν. Όταν πάρης επίγνωσι όλων αυτών, δεν ξέρεις τι χαρά θα νοιώσης. Και πως θ’ άγαπήσης εκείνον που τόσο σ’ αγάπησε πριν άπό τους αιώνες; Άλλά αγαπώντας τον θα γίνης μιμητής της χρηστότητας του. Και μην απορήσης για το ότι ο άνθρωπος μπορεί και γίνεται μιμητής του Θεού. Μπορεί, διότι θέλει ο Θεός. Δεν μιμείται τον Θεό εκείνος που καταδυναστεύει τους διπλανούς του, εκείνος που τους εκμεταλλεύεται,, εκείνος που πλουτεί εις βάρος τους, εκείνος που τους πατεί με. το πέλμα του. “Ολα αυτά είναι έξω από τη θεία μεγαλειότητα. Άλλά μιμητής του Θεού είναι εκείνος που σηκώνει το βάρος του διπλανού του, που ευεργετεί τους αδυνάτους, που παίρνοντας από τον Θεό χορηγεί σ’ όσους έχουν ανάγκη και γίνεται σαν θεός των. Τότε θα δης, ενώ θα είσαι στη γη, τον Κύριο του ούρανού, τότε θ’ άρχίσης να λαλής τα μυστήρια του Θεού, τότε θ’ άγαπήσης και θα θαυμάσης αυτούς που τόσα υποφέρουν για να μη τον αρνηθούν. Τότε θα καταλάβης. την απάτη και την πλάνη του κόσμου, όταν νοιώσης την ουράνια ζωή, όταν καταφρόνησης τον φαινομενικό εδώ κάτω θάνατο, όταν φοβηθής τον πραγματικό θάνατο, που επιφυλάσσεται σ’ όσους πρόκειται να καταδικασθούν στο πυρ το αιώνιο, στη φωτιά που έως το τέλος θα καίη, εκείνους που θα της παραδοθούν. Τότε θα θαυμάσης αυτούς που υπομένουν για τη δικαιοσύνη το πρόσκαιρο πυρ και θα τους μακαρίσης, όταν καταλάβης εκείνο το πυρ τι πράγματι είναι.