..πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται…
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται». Ουρανοί μέν επαξίως ευφραινέσθωσαν, γή δέ αγαλλιάσθω, εορταζέτω δέ κόσμος, ορατός τε άπας καί αόρατος, Χριστός γάρ εγήγερται, ευφροσύνη αιώνιος.